Ancient Greek
Fragment 15
Antipater Tarsensis, Testimonia et Fragmenta. 15
Not analysed yet
Plutarchus de tranq. cp. 9. Ἀντίπατρος δὲ ὁ Ταρσεὺς πρὸς τῷ τελευτᾶν ὧν ἔτυχεν ἀγαθῶν ἀναλογιζόμενος οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας. vita Marii cp. 46. καὶ νὴ Δία τὸν Ταρσέα λέγουσιν Ἀντίπατρον ὡσαύτως ὑπὸ τὴν τελευτὴν ἀναλογιζόμενον ὧν τύχοι μακαρίων μηδὲ τῆς εἰς Ἀθήνας οἲκοθεν εὐπλοίας ἐπιλαθέσθαι, καθάπερ φιλοχρήστου τῆς τύχης ἅπασαν δόσιν εἰς μεγάλην χάριν τιθέμενον και σώζοντα τῇ μνήμῃ διὰ τέλους, ἦς οὐδέν ἐστιν ἀνθρώπῳ ταμιεῖον ἀγαθῶν βεβαιότερον.