Ancient Greek
Fragment 31
Antipater Tarsensis, Testimonia et Fragmenta. 31
Not analysed yet
Galenus de Hippocr. et Plat. decr. II 3. p. 182 Mü. νυνὶ δὲ πῶς μὲν οἱ διὰ δύο τροπικῶν ἢ τριῶν ἀναλύονται συλλογισμοὶ καὶ πῶς οἱ ἀδιαφόρως περαίνοντες ἢ τινες ἄλλοι τοιοῦτοι, τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἔστι συντυχεῖν ἀκριβῶς ἠσκημμένοις, ὥσπερ ἀμέλει καὶ ἐπ’ ἄλλοις, ὅσοις διὰ τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι· καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως ἀναλύειν συντομώτερον, ὡς Ἀντίπατρος ἔγραψεν.