Ancient Greek
Fragment 33
Antipater Tarsensis, Testimonia et Fragmenta. 33
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 38. Ἀντίπατρος ὁ Ταρσεὺς ἐν τῷ περὶ θεῶν γράφει ταῦτα κατὰ λέξιν Πρὸ δὲ τοῦ σύμπαντος λόγου τὴν ἐνάργειαν, ἣν ἔχομεν περὶ θεοῦ, διὰ βραχέων ἐπιλογιούμεθα· θεὸν τοίνυν νοοῦμεν ζῶον μακάριον καὶ ἄφθαρτον καὶ εὐποιητικὸν ἀνθρώπων. εἶτα τούτων ἕκαστον ἀφηγούμενος, φησὶν οὕτω καὶ μὴν ἀφθάρτους αὐτοὺς ἡγοῦνται πάντες.