Ancient Greek
Fragment 57
Antipater Tarsensis, Testimonia et Fragmenta. 57
Not analysed yet
Stobaeus ecl. II 75, 11 W. τὸ δὲ τέλος ὁ μὲν Ζήνων οὕτως ἀπέδωκε τὸ ὁμολογουμένως ζῆν --οἱ δὲ μετὰ τοῦτον προσδιαρθροῦντες οὕτως ἐξέφερον ---Ἀντίπατρος δὲ ζῆν ἐκλεγομένους μὲν τὰ κατὰ φύσιν, ἀπεκλεγομένους δὲ τὰ παρὰ φύσιν. πολλάκις δὲ καὶ οὕτως ἀπεδίδου πᾶν τὸ καθ’ αὑτὸν ποιεῖν διηνεκῶς καὶ ἀπαραβάτως πρὸς τὸ τυγχάνειν τῶν προηγουμένων κατὰ φύσιν.