Ancient Greek
Fragment 62
Antipater Tarsensis, Testimonia et Fragmenta. 62
Not analysed yet
Stobaeus Florileg. LXX, 13. Ἀντιπάτρου ἐκ τοῦ περὶ γυναικὸς συμβιώσεως. Πρῶτον μὲν χρὴ τὴν μνηστείαν μὴ εἰκῆ ποιήσασθαι ἀλλὰ πάνυ πεφροντισμένως, μηδ’ εἰς πλοῦτον μηδ’ εἰς ὀγκοῦσαν εὐγένειαν μηδὲ εἰς ἄλλην χάσμην μηδεμίαν ἀποβλέπειν, μηδὲ μὰ Δία εἰς κάλλος· καὶ γὰρ τοῦτο ὡς ἐπὶ πᾶν ὄγκον καὶ δεσποτικὸν ἦθος περιποιεῖ· ἀλλὰ πρῶτα μὲν τὸ τοῦ γονέως ἐξετάζειν ἦθος καὶ τρόπον, εἰ πολιτικὸς καὶ ἄφορτος ⟨καὶ⟩ εὐγνώμων, ἔτι δὲ σώφρων καὶ δίκαιος, ἐπὶ δὲ τούτοις ἀκενόσπουδος καὶ ⟨κατ’⟩ ἴχνος καὶ τὰ ἄλλα ⟨ἃ⟩ περὶ τοῦ ποίους τινὰς φίλους κτᾶσθαι δεῖ παραγγέλλεται. ἔπειτα καὶ τὴν μητέρα, ᾗ ⟨ἡ⟩ γαμεῖσθαι μέλλουσα συντρέφεται καὶ τὸν ταύτης τρόπον κατὰ τὸ πλεῖστον ἀποπλάττεται. μετὰ ταῦτα εἰ ἀκολούθως τῷ ἑαυτῶν τρόπῳ ἤχασι τὴν θυγατέρα καὶ μὴ ἡττημένοι εἰσὶν καὶ ἀποκεκλικότες ἀπὸ τοῦ συμφέροντος διὰ τὴν ἄγαν φιλοστοργίαν· καὶ τοῦτο ποικίλως ἐξητακέναι καὶ διὰ δούλων καὶ ⟨δι’⟩ ἐλευθέρων τῶν τε ἔνδοθεν καὶ τῶν ἔξωθεν καὶ διὰ γειτόνων καὶ τῶν ἄλλων εἰσιόντων εἴσω διὰ φίλων ἐπιπλοκὰς ἑστιατικὰς ἢ ἄλλως, μαγείρων ἢ δημιουργῶν ἢ ἀκεστριῶν ἢ τῶν ἄλλων τεχνιτῶν καὶ τεχνιτίδων. καὶ λίαν γὰρ προχειρότερον τοὺς τοιούτους εἰσάγουσιν καὶ ὑπὲρ τὴν ἀξίαν μεγάλα πράγματα καὶ πίστιν ἐγχειρίζουσιν.