Ancient Greek
Fragment 7
Antipater Tarsensis, Testimonia et Fragmenta. 7
Not analysed yet
Diog. Laërt. IV 64. μαθών τε (scil. ὁ Καρνεάδης) Ἀντίπατρον φάρμακον πιόντα ἀποθανεῖν, παρωρμήθη πρὸς τὸ εὐθαρσὲς τῆς ἀπαλλαγῆς καί φησι· δότε οὖν κἀμοί. τῶν δὲ εἰπόντων· τί; οἰνόμελι, εἰπεῖν. Stob. Floril. 119, 19. Καρνεάδης Ἀντιπάτρου αὑτὸν ἐξαγαγόντος γέρων ὢν δύο κύλικας ἐκέρασε, τὴν μὲν κωνείου, τὴν δὲ οἰνομέλιτος. Καὶ τὴν τοῦ κωνείου τοῖς λοιποῖς Στωϊκοῖς εἰπὼν προπίνειν, τὴν τοῦ οἰνομέλιτος ἐξέπιε, διαπαίζων τὴν σπουδὴν τῶν ἑκουσίως ἐκλειπόντων τὸν βιόν.