Ancient Greek
106
Antiphanes Comic., Fragmenta 106
Unproofread scanNot analysed yet
λοῦται δ’ ἀληθῶς; ἀλλὰ τί; ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρω Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη, φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία, σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα, ἀμαρακίνῳ δὲ τὰς ὀφρύς καὶ τὴν κόμην, ἐρτυλλίνῳ δὲ τὸ γόνα καὶ τὸν αὐχένα. Athenaeus 12, 553d Ἀντιφάνης. . . ἐν Θορικίοις κτλ. 15, 689 e ὅτι δὲ διὰ σπουδῆς ἦν τοῖς παλαιοτέροις ἢ τῶν μύρων χρήσις δῆλον ἐκ τοῦ καὶ ἐπίστασθαι ποῖον τι ἑκάστῳ τῶν μελῶν ἡμῶν ἐστιν ἐπι- τήδειον. Ἀντιφάνης γοῦν ἐν Θορικίοις ἢ Διορύττοντι φησι κτλ. 1. λοῦται δ’ A 553] λουτ’ αἰδου ο A 689. ἀλλα τι A 553. 2. χρυσόκολλη τε A 553. 3. τὰ σκέλη A 689] τὰς χεῖρας A 553. 4. φοινικίῳ A 689. καὶ] τὰ τε Herwerd. Obs. crit. 48. 5. σι- συμβρίνῳ A 553. 7. ἐρτυλενῳ et γύυν A 553.