Ancient Greek
143
Antiphanes Comic., Fragmenta 143
Unproofread scanNot analysed yet
ἀλλὰ πρὶν δεδειπνᾶναι ἡμᾶς παρέσται. Athenaeus 10, 422 e Ἀντιφάνης ἐν Λεωνίδῃ κτλ. cf. Her- εἴτ' ἔστιν ἢ γένοιτ' ἂν ἡδίων τέχνη ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφρῶς; ὁ ζωγράφος πονεῖ τι καὶ πικραίνεται, ὁ γεωργὸς ἐν ὅσοις ἔστι κινδύνοις πάλιν. πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος. ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς· οὐ γὰρ τὸ μέγιστον ἔργον ἔστι παιδία, ἀδρὸν γελάσαι, σκώψαι τιν', ἐκπιεῖν πολύν, οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον. Athenaeus 6, 258 d Ἀντιφάνης ἐν Δημνίαις τέχνην τινὰ εἶναι ὑποτίθεται τὴν κολακείαν ἐν οἷς λέγει κτλ. 7. οὐ] οὐ A. 8.