Ancient Greek
161 to 162
Antiphanes Comic., Fragmenta 161-162
Unproofread scanNot analysed yet
οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων ἄτυχέστερον· τῷ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν αὐτοῖς ἄλουσιν, εἶτα κατεδηδεσμένοις εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι τοῖς ἰχθυοπόλαις τοῖς κακῶς ἀπολουμένοις σῆπονθ’, ἑωλοὶ κείμενοι δυ’ ἡμέρας ἢ τρεῖς· μόλις δ’ ἐὰν ποτ’ ὤνητὴν τυφλὸν λάβωσιν, ἔδοσαν τῶν νεκρῶν ἀναίρεσιν βυβλίδιον κόλλημα Ἀντιφάνης ἐν τῷ Μυλῶνι εἴρηκε. Pollux 7, 211. βυβλ. K.] σὺ δ' ἀλλὰ πίθι. B. τοῦτο μὲν σοι πείσομαι· καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμα πῶς τῆς κύλικός ἐστιν ἀξίων τε τοῦ κλέους τοῦ τῆς ἑορτῆς. οὐ μὲν ἥμεν ἄρτι γὰρ