Ancient Greek
176
Antiphanes Comic., Fragmenta 176
Unproofread scanNot analysed yet
πῶς γὰρ ἂν τις εὐγενὴς γεγώς δύναί᾿ ἂν ἐξῴδειν ποτ᾿ ἐκ τῆσδε στέγης; ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους ἵπνον κατέχοντας ἐν πυκναῖς διεξοδοῖς, ὁρῶν δὲ μορφὴν κριθάνοις ἠλαγμένους, μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις Θεαρίων ἔδειξεν. Athenaeus 3, 112 c τῶν δ᾿ Ἀττικῶν ἄρτων ὡς διαφόρων μνημο- νεύει καὶ Ἀντιφάνης ἐν Ὀμφάλῃ οὕτως κτλ. 1. γεγώς VL] γεγονώς A. 2. ποτ᾿ ἐκ τῆσδε Porson. Miscell. 178] ποτε δ᾿ ἐκ τῆς A. 3. ὁρῶν μὲν] ὁρῶμεν A. τούσδε] τοὺς δὲ A. 4. κατέχοντας Mein. Quaest.