Ancient Greek
194
Antiphanes Comic., Fragmenta 194
Unproofread scanNot analysed yet
A. ἰχθύσιν ἀμφίβληστρον ἄνθρω πολλοῖς περιβάλλειν οἴηθείς, μεγάλην δαπάνην μίαν εἴλκυσε πέριχνη· τὸν τρόπον μὲν οἶδά μου ὅτι τύφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις τοιουτοσί τίς εἰμί, τύπτεσθαι μύθρος, τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν’ ἄστραπή, φέρειν τιν’ ἅρας ἄνεμος, ἀποπνῖξαι βρόχος, θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἄκρίς, δειπνεῖν ἄκλητος μυῖα, μὴ ἑλθεῖν φρέαρ, ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅς’ ἂν μόνον τύχῃ τις εἰπών, ταῦτ’ ἀπροσκέπτως ποιεῖν ἅπαντα. καὶ καλοῦσί μ’ οἱ νεώτεροι διὰ ταῦτα πάντα σκηπτόν· ἀλλ’ οὐδὲν μέλει τῶν σκωμμάτων μου· τῶν φίλων γὰρ ὧν φίλος ἔργοισι χρηστὸς οὐ λόγοις ἔφυν μόνον. Athenaeus 6, 238 d ’Αντιφάνης ἐν Προγόνοις κτλ. v. 3—7 Eustathius 1951, 45 τούτοις προσθετέον ἐκεῖθεν (ἐξ ’Αθηναίου) καὶ τὸ τύπτεσθαι μύθρος εἰμί —φρέαρ. 3. τοιουτοσί τίς εἰμί Dobr. Arist. Plut. 361 p. 44] τοιούτος εἰ μὴ δὴ τις A. 4. τυφλοῦν Eust. τινα A. 5. ἅρας ἄνεμος Lobek. Aglaoph. 1307] αἱραντανεμος A. 7. ἄκλήτως Eust. μηξελθεῖν A. 8. ὅς’ C] ὅς A. 9. ταῦτα A. ἀπερισκέπτως Naber. Mnem. nov. VIII 51. ἀπρόσκεπτος Mein. in Ath.