Ancient Greek
206
Antiphanes Comic., Fragmenta 206
Unproofread scanNot analysed yet
ἦκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους, λίβανωτὸν ὁβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς πάσαισι, τοῖς δ' ἡρώσι τὰ ψαῖστ' ἀπονέμων. ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβίους. ὡς προσβαλεῖν δ' ἐκέλευσα τὸν τοιχωρύχον, τὸν ἰχθυοπώλην, 'προστίθημι', φησί, 'σοὶ τὸν δῆμον αὐτῶν· εἰσὶ γὰρ Φαληρικοί.' ἄλλοι δ' ἐπώλουν, ὡς ἔοιξ', Ὀτρυνικοῦς. Athenaeus 7, 309d Ἀντιφάνης δ' ἐν Τίμωνι ἐπαινῶν τοὺς κωβίους καὶ ὅπόθεν εἰσὶ κάλλιστοι δηλοῖ διὰ τούτων κτλ. 3. ψαῖστ' (sic) C] ψαῖστά A. ἀπονέμων] ἀπενεμῶ recte Cobet. V. 1. 2 400. 4. θνητοῖσιν et ut solet κωβίους A. 5. δὲ et τοιχωρύχον A. 6. φησί Casaub.] φημὶ A.