Ancient Greek
208
Antiphanes Comic., Fragmenta 208
Unproofread scanNot analysed yet
λαμπρότατον ἱατρεῖον εὐχάλκοις πάνυ λουτηρίοισιν, ἐξαλείπτροισ, κυλικυρίοισιν, οἰκναίοισιν, ὑποθέτοισιν. πολὺ γ' ἐστὶ πάντων τῶν ποιητῶν διάφορος ὁ Φιλόξενος. πρῶτιστα μὲν γὰρ ὀνόμασιν ἰδίοις καὶ καινοῖς χρῆται πανταχοῦ· ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν ὡς εὖ κέχραται. θεὸς ἐν ἀνθρώποισιν ἦν ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικὴν· οἱ νῦν δὲ κισσόπλεκτα καὶ χρηναῖα καὶ ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασιν ποιούσιν ἐμπλέκοντες ἀλλότρια μέλη. Antiphanis et Axionici fabulis hoc nomine inscriptis lucem adferre videtur ad quem Meinekius V 78 relegat Athenaeus 13, 607 f οἶδα δὲ καὶ Πολύστρατον τὸν Ἀθηναῖον, μαθητὴν δὲ Θεοφράστου, τὸν ἐπικαλούμενον Τυρρηνόν, ὅτι τῶν αὐλητρίδων τὰ ἱμάτια περιέδυε. erat enim is mos Tyrrhenorum. Timaeus Athen. 12, 517 d παρὰ δὲ Τυρρηνοῖς. . . αἱ θεράπαιναι γυμναὶ τοῖς ἀνδράσι διακονοῦνται.