Ancient Greek
218 to 220
Antiphanes Comic., Fragmenta 218-220
Unproofread scanNot analysed yet
οὐ δεινὸν ἐστι προσφάτους μὲν ἂν τύχῃ πολῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὄφρύς τοῦτον σκνθρωπάζοντά θ' ἡμῖν προσλαλεῖν, ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν· τοῦναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν· τὸν μὲν γελᾶν, τὸν δ' ἕτερον οἰμώζειν μακρά. Athenaeus 6, 225 f 'Αντιφάνης. . . ἐν Φιλοθηβαίῳ φησὶν κτλ. 2. συναγαγόντα Grotius Excerpt. 631] συνάγοντα A. 4. κομιδῇ δὲ Schweigh.] δὲ κομιδῆι A. σοφὸν γέ τοί τι πρὸς τὸ βουλεύειν ἔχει τὸ γῆρας, ὡς δὴ πόλλ' ἰδὸν τε καὶ παθόν. Stobaeus Floril. 115, 15 'Αντιφάνους ἐκ Φιλοκτήτου. 'Αντι- ἔμητρον ἂν ἡ τὸ ξύλον, βλάστην ἔχει. μητρόπολις ἐστιν οὐχὶ πατρόπολις πόλις. μήτραν τινὲς πωλοῦσιν ἡδίστον κρέας. Μητρᾶς ὁ Χίος ἐστὶ τῷ δήμῳ φίλος.