Ancient Greek
267 to 273
Antiphanes Comic., Fragmenta 267-273
Unproofread scanNot analysed yet
ἐπεὶ γὰρ ἀποθνῄσκειν ἀνάγκη γίνεται, τὸ προῖκ' ἀποθανεῖν ἐστὶ φανερὰ ζημία. οὐκ ἔστιν οὐδὲν λεγόμενον μακρῶς, ὅτε ὁ λέγων ὑποτάττει τοῖς λόγοις τὰ πράγματα. τὸ μὴ συνειδέναι γὰρ αὑτοῦ τῷ βίῳ ἀδίκημα μηδὲν ἡδονὴν πολλὴν ἔχει. τὰ πονηρὰ κέρδη τὰς μὲν ἡδονὰς ἔχει μικράς, ἔπειτα δ’ ὕστερον λύπας μακράς. συνεχῶς γὰρ ἐμπιμπλάμενος ἀμελὴς γίνεται ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός. στεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο, καὶ δάδα χρηστήν ἡμμένην χρηστῷ πυρί. Athenaeus 15, 686 b κατὰ τὸν Ἀντιφάνη κτλ. κατὰ τὸν Ἀντιφάνη· στεφάνους Mein.] κατὰ τὸν Ἀντιφάνους A. στεφάνους excidisse iam Casaubonus monuerat. δάδα et χρηστῷ A. ἔνεγκε —τῶν χρηστῶν δύο καὶ δάδα χρηστήν —χρηστῷ πυρί Mein. Anal. οὐδ' ἥψεν χρέα οὐδ' ἐγκέφαλον, ὥσπα δὲ καὶ τὰς κοιλίας· οὕτω σφόδρ' ἦν ἀρχαῖος. Athenaeus 1, 12 b ζωμὸν δὲ οὐχ ἐποίει Ὀμηρος θύων βοῦς, οὐδ' ἥψεν χρέα —ἦν ἀρχαῖος. Ἀντιφάνης φησί. ἥψεν Dindf.]