Ancient Greek
286 to 289
Antiphanes Comic., Fragmenta 286-289
Unproofread scanNot analysed yet
δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν. ἐπεὶ δ’ ὁ τρίπους ἥρθη, κατὰ χειρῶν τ’ εἴχομεν —ὁ μηδὲν ἀδικῶν οὐδενὸς δεῖται νόμου. εἰ θνητὸς εἶ, βέλτιστε, θνητὰ καὶ φρόνει. τῆς ἐπιμελείας δοῦλα πάντα γίνεται. τρόπος δίκαιος κτῆμα τιμιώτατον. ὡς ἔστι τὸ γαμεῖν ἔσχατον τοῦ δυστυχεῖν. ἅπανθ’ ὁ λιμὸς γλυκέα πλὴν αὐτοῦ ποιεῖ. πενία γὰρ ἐστιν ἡ τρόπων διδάσκαλος.