Ancient Greek
52
Antiphanes Comic., Fragmenta 52
Unproofread scanNot analysed yet
A. πότερ᾿, ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν λέγω, ἢ τροχοῦ ὁύμαισι τευκτὸν κοιλοσώματον κύτος πλαστὸν ἐκ γαίας, ἐν ἄλλῃ μητρὸς ὀπηθὲν στέγῃ, νεογενοῦς ποίμνης δ᾿ ἐν αὐτῇ πυκνὰ γαλατοθρέμμουνα τακεροχωρῶτ᾿ εἴδη κύουσαν; B. Ἥράκλεις, ἀποκτενεῖς ἄρα μ᾿, εἰ μὴ γνωρίμως μοι πᾶνυ φράσεις κρεῶν χύτραν. A. ἐγὼ λέγεις. ξονδῆς μελίσσης νάμασιν δὲ συμμιγὴ μηκάδων αἱγῶν ἀπόρουν θρόμβον, ἐγκαθήμενον εἰς πλατὺ στέγαστρον ἀγνῆς παρθένου Δηοῦς κόρης, λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν; ἢ σαφῶς πλακοῦντα φράζω σοι; B. πλακοῦντα βούλομαι. A. Βρομιάδος δ᾿ ἰδρώτα πηγῆς; B. οἶνον εἶπέ συντεμψόν. A. λιβάδα νυμφαίαν δροσώδη; B. παραλιπών ὕδαρ φάθι. A. κασιόπνουν δ᾿ αὐραν δι᾿ αἰθρας; B. σμύραν εἶπέ, μὴ μακρῶν, μηδὲ τοιοῦτ᾿ ἄλλο μηδέν, μηδὲ τοῦμπαλιν λέγων, ὅτι δοκεῖ τοῦτ᾿ ἔργον εἶναι μείζον, ὡς φασὶν τινες, αὐτὸ μὲν μηδέν, παρ᾿ αὐτὸ δ᾿ ἄλλα συστρέφειν πυκνά. Athenaeus 10, 449b Ἀντιφάνης. . . ἐν Ἀφροδίσιω κτλ. 1. πό-