Ancient Greek
58
Antiphanes Comic., Fragmenta 58
Unproofread scanNot analysed yet
[καὶ περὶ μὲν ὕφου γ’ ἡλίθιον τὸ καὶ λέγειν ὡςπερ πρὸς ἀπλήστους.] ἀλλὰ ταῦτὶ λάμβανε, παρθένες, τὰ μήλα. B. καλά γε. A. καλά δήτ’, ὦ θεοί· νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀριγμένον εἰς τὰς ’Αθήνας ἐστὶ παρὰ τοῦ βασιλέως. B. παρ’ ’Εσπερίδων, ὦμην γε. A. νὴ τὴν Φωσφόρον, φησὶν τὰ χρυσὰ μήλα ταῦτ’ εἶναι. B. τρία μόνον ἐστίν. A. ὀλίγον ἐστὶ τὸ καλὸν πανταχοῦ καὶ τίμιον.