Ancient Greek
65
Antiphanes Comic., Fragmenta 65
Unproofread scanNot analysed yet
βότρυν, δόας, φοίνικας, ἕτερα νώγαλα. τὸ χερυβείον πρῶτον· ἡ πομπὴ σαφής. A. καὶ μὴν ἐστιάσω τήμερον ὑμᾶς ἐγώ· σὺ δ' ἀγοράσεις ἡμῖν λαβών, Πίστ', ἀργύριον. Π. ἄλλως γὰρ οὐκ ἐπίσταμαι χρηστῶς ἀγοράζειν. A. φράζε δή, Φιλούμενον, δ ὅφρ' τίνι χαίρεις; Φ. πᾶσι. A. καθ' ἕκαστον λέγε· ἰχθύν τιν' ἡδέως φάγοις ἂν; Φ. εἰς ἀγρὸν ἦλθεν φέρων ποτ' ἰχθυοπώλης μαινίδας καὶ τριγλίδας, καὶ νῦ Α' ἥρεσεν σφόδρα ἡμῖν ἅπασιν. A. εἶτα καὶ νῦν, εἰπέ μοι,