Ancient Greek
74
Antiphanes Comic., Fragmenta 74
Unproofread scanNot analysed yet
P. οἴμοι περιπλοχὰς λίαν ἑρωτᾶς. A. ἀλλ’ ἐγὼ σαφῶς φράσω. τῆς ἀρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθὰ τι, ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. P. πότερά μοι γοῦρον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα, τῆς ἀρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι, ἢ τί δύναται τὸ ῥηθέν; A. ἐξω τις δότω ἱμάντα ταχέως οἶον. P. οὐκ ἔγνων ἴσως. ἔπειτα τοῦτο ξημιοῖς με; μηδαμῶς· ἄλμης δ’ ἔχων τι περιφέρειν ποτήριον. A. οἶσθ’ οὖν ὅπως δεῖ τοῦτό σ’ ἐκπιεῖν; P. ἐγώ; κομιδῇ γε. A. πῶς; P. ἐνέχυρον ἀποφέροντά σου. A. οὐχ ἀλλ’ ὁπίσω τῷ χειρε ποιήσαντα δεῖ ἕλκειν ἀπνευστί. Athenaeus 10, 459 a λεκτέον ἤδη καὶ τὶνα κόλασιν ὑπέμενον οἱ μὴ λύσαντες τὸν προτεθέντα χοῖρον. ἐπινον οὖτοι ἄλμην παραμισγομένην τῷ αὐτῶν ποτῷ, καὶ ἔδει προσενέγκασθαι τὸ ποτήριον ἀπνευστί, ὡς Ἀντιφάνης δηλοῖ ἐν Γανυμήδει διὰ τούτων κτλ. cf. Pollux 6, 107 ὁ μὲν λύσας γέρας εἶχε κρεῶν τινα περιφοράν, ὁ δὲ ἀδυνατήσας ἄλμης ποτήριον ἐκπιεῖν. 1. ἑρωτᾶς] ἑρωτας A. 4. κρέμασθαι VI.] κρεμασθαι A. ποτερα A. 5. προβάλλεις VL] προβαλεῖς A. 6. 7. τι ἢ Dindf.] τιν A. 10. παραφέρειν Ville- brun. 11. τοῦτο σ’ Casaub.] σε τοῦτ’ A. 12. κομιδῆι A. σου Herm.] σοι. om. A.