Ancient Greek · ~2 min
Fragment 29
Antiphon of Athens, Fragmenta 29
Not analysed yet
29. [92 B. ,110 S.] GAL. in Epid. III 32 [XVII A 691 K.] οὕτω δὲ καὶ παρ’ Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆς Ἀληθείας ἔστιν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν [näml. εἰλούμενον] ἐν τῆιδε τῆι ῥήσει [Entstehung des Hagels]· ὅταν οὖν γένωνται ἐν τῶι ἀέρι ὄμβροι τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλά· ὅτι δ’ ἂν τῶν ξυμπιπτόντων κρατηθῆι, τοῦτ’ ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος εἰλούμενον καὶ ὑπὸ τῆς βίας. καὶ γὰρ καὶ οὗτος τὸ κατακλειόμενον ἢ συνειλούμενον εἰς ἑαυτὸ φαίνεται δηλῶν διὰ τῆς εἰλούμενον φωνῆς.