Ancient Greek · ~5 min
Fragment 54
Antiphon of Athens, Fragmenta 54
Not analysed yet
54. [128 B. ,S.] ——16, 30 [vgl. IV 40, 19] Ἀ—τος. ἔστι δέ τις λόγος, ὡς ἄρα ἰδὼν ἀνὴρ ἄνδρα ἕτερον ἀργύριον ἀναιρούμενον πολὺ ἐδεῖτό οἱ δανεῖσαι ἐπὶ τόκωι· ὁ δ’ οὐκ ἠθέλησεν, ἀλλ’ ἦν οἷος ἀπιστεῖν τε καὶ μὴ ὠφελεῖν μηδένα, φέρων δ’ ἀπέθετο ὅποι δή· καί τις καταμαθὼν τοῦτο ποιοῦντα ὑφείλετο· ὑστέρωι δὲ χρόνωι ἐλθὼν οὐχ εὕρισκε τὰ χρήματα ὁ καταθέμενος. περιαλγῶν οὖν τῆι συμφορᾶι τά τε ἄλλα καὶ ὅτι οὐκ ἔχρησε τῶι δεομένωι, ὃ ἂν αὐτῶι καὶ σῶιον ἦν καὶ ἕτερον προσέφερεν, ἀπαντήσας δὲ τῶι ἀνδρὶ τῶ: τότε δανειζομένωι ἀπωλοφύρετο τὴν συμφοράν, ὅτι ἐξήμαρτε καὶ ὅτι οἱ μεταμέλει οὐ χαρισαμένωι, ἀλλ’ ἀχαριστήσαντι, ὡς πάντως οἱ ἀπολόμενον τὸ ἀργύριον. ὁ δ’ αὐτὸν ἐκέλευε μὴ φροντίζειν, ἀλλὰ νομίζειν αὑτῶι εἶναι καὶ μὴ ἀπολωλέναι, καταθέμενον λίθον εἰς τὸ αὐτὸ χωρίον. πάντως γὰρ οὐδ’ ὅτε ἦν σοι, ἐχρῶ αὐτῶι, ὅθεν μηδὲ νῦν νόμιζε στέρεσθαι μηδενός. ὅτωι γάρ τις μὴ ἐχρήσατο μηδὲ χρήσεται, ὄντος ἢ μὴ ὄντος αὐτῶι οὐδὲν οὔτε πλέον οὔτε ἔλασσον βλάπτεται. ὅτωι γὰρ ὁ θεὸς μὴ παντελῶς βούλεται ἀγαθὰ διδόναι ἀνδρί, χρημάτων πλοῦτον παρασχών, τοῦ καλῶς φρονεῖν 〈δὲ〉 πένητα ποιήσας, τὸ ἕτερον ἀφελόμενος ἀμφοτέρων ἀπεστέρησεν. Vgl. AESOP. Fab. 412. 412ᵇ H.