Ancient Greek · ~3 min
Fragment 58
Antiphon of Athens, Fragmenta 58
Not analysed yet
58. [129 B. ,S.] ——20, 66 Ἀ—τος. ὅστις δὲ ἰὼν ἐπὶ τὸν πλησίον κακῶς ποιήσων δειμαίνει, μὴ ἃ θέλει ποιῆσαι, ἁμαρτὼν τούτων ἃ μὴ θέλει ἀπενέγκηται, σωφρονέστερος. ἐν ὧι γὰρ δειμαίνει, μέλλει· ἐν ὧι δὲ μέλλει, πολλάκις ὁ διὰ μέσου χρόνος ἀπέστρεψε τὸν νοῦν τῶν θελημάτων· καὶ ἐν μὲν τῶι γεγενῆσθαι οὐκ ἔνεστιν, ἐν δὲ τῶι μέλλειν ἐνδέχεται 〈καὶ τὸ μὴ〉 γενέσθαι. ὅστις δὲ δράσειν μὲν οἴεται τοὺς πέλας κακῶς, πείσεσθαι δ’ οὔ, οὐ σωφρονεῖ. ἐλπίδες δ’ οὐ πανταχοῦ ἀγαθόν· πολλοὺς γὰρ τοιαῦται ἐλπίδες κατέβαλον εἰς ἀνηκέστους συμφοράς, ἃ δ’ ἐδόκουν τοῖς πέλας ποιήσειν, παθόντες ταῦτα ἀνεφάνησαν αὐτοί. σωφροσύνην δὲ ἀνδρὸς οὐκ ἂν ἄλλου ὀρθότερόν τις κρίνειεν, ἢ ὅστις τοῦ θυμοῦ ταῖς παραχρῆμα ἡδοναῖς ἐμφράσσει αὐτὸς ἑαυτὸν κρατεῖν τε καὶ νικᾶν ἠδυνήθη αὐτὸς ἑαυτόν. ὃς δὲ θέλει χαρίσασθαι τῶι θυμῶι παραχρῆμα, θέλει τὰ κακίω ἀντὶ τῶν ἀμεινόνων.