Ancient Greek
Fragment 61
Antiphon of Athens, Fragmenta 61
Not analysed yet
61. [135 B. ,134 S.] ——31, 40 W. τοῦ αὐτοῦ. ἀναρχίας δ’ οὐδὲν κάκιον ἀνθρώποις· ταῦτα γινώσκοντες οἱ πρόσθεν ἄνθρωποι ἀπὸ τῆς ἀρχῆς εἴθιζον τοὺς παῖδας ἄρχεσθαι καὶ τὸ κελευόμενον ποιεῖν, ἵνα μὴ ἐξανδρούμενοι εἰς μεγάλην μεταβολὴν ἰόντες ἐκπλήσσοιντο.