Ancient Greek · ~1 min
Fragment 81a
Antiphon of Athens, Fragmenta 81a
Not analysed yet
81ᵃ. MELAMPUS Περὶ παλμῶν 18. 19 [*Beitr. z. Zuckungsl. I, Abh. d. B. Ak. 1907] (18) ὀφθαλμὸς δεξιὸς ἐὰν ἅλληται, κατὰ Φημονόην καὶ Αἰγυπτίους καὶ Ἀντιφῶντα ἐχθροὺς ὑποχειρίους ἕξει· ἄγει δὲ καὶ ἀποδήμους. (19) ὀφθαλμοῦ δεξιοῦ τὸ ἄνω βλέφαρον ἐὰν ἅλληται, ἐπίκτησιν πάντως δηλοῖ, κατὰ δὲ Ἀντιφῶντα πρᾶξιν καὶ ὑγείαν, δούλωι ἐπιβουλήν, χήραι ἀποδημίαν.