Ancient Greek · ~1 min
Section 19
Antiphon, Περὶ τοῦ χορευτοῦ 19
Not analysed yet
ὅπου δὲ πρῶτον μὲν αὐτοὶ οἱ κατήγοροι ὁμολογοῦσι μὴ ἐκ προνοίας μηδʼ ἐκ παρασκευῆς γενέσθαι τὸν θάνατον τῷ παιδί, ἔπειτα τὰ πραχθέντα φανερῶς ἅπαντα πραχθῆναι καὶ ἐναντίον μαρτύρων πολλῶν, καὶ ἀνδρῶν καὶ παίδων, καὶ ἐλευθέρων καὶ δούλων, ἐξ ὧνπερ καὶ εἴ τίς τι ἠδίκηκε, φανερώτατος ἂν εἴη, καὶ εἴ τις μὴ ἀδικοῦντα αἰτιῷτο, μάλιστʼ ἂν ἐξελέγχοιτο.