Ancient Greek · ~1 min
Section 30
Antiphon, Περὶ τοῦ χορευτοῦ 30
Not analysed yet
ὅπου μὲν γὰρ λόγῳ τις διδάσκοι περὶ τῶν πραχθέντων, μάρτυρας δὲ μὴ παρέχοιτο, μαρτύρων ἄν τις τοὺς λόγους τούτους ἐνδεεῖς φαίη εἶναι· ὅπου δὲ μάρτυρας μὲν παρέχοιτο, τεκμήρια δὲ αὖ τοῖς μαρτυροῦσιν ὅμοια μὴ ἀποφαίνοι, ταὐτὰ ἄν τις ἔχοι εἰπεῖν, εἰ βούλοιτο.