Ancient Greek · ~1 min
Section 32
Antiphon, Περὶ τοῦ χορευτοῦ 32
Not analysed yet
ὅπου γὰρ ἐθέλοντος ἐλέγχεσθαι ἐμοῦ περὶ ὧν ᾐτιῶντο οὗτοι μὴ ἤθελον ἐλέγχειν εἴ τι ἠδικοῦντο, ἐμὲ μὲν δήπου ἀπέλυον, αὐτοὶ δὲ κατὰ σφῶν αὐτῶν μάρτυρες ἐγένοντο, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο. καίτοι εἰ πρὸς τοῖς ἐμαυτοῦ μάρτυσι τοὺς ἀντιδίκους αὐτοὺς μάρτυρας παρέχομαι, ποῖ ἔτι ἐλθόντα δεῖ ἢ πόθεν ἀποδείξαντα τῆς αἰτίας ἀπολελύσθαι;