Ancient Greek · ~2 min
Section 34
Antiphon, Περὶ τοῦ χορευτοῦ 34
Not analysed yet
οὗτοι γὰρ τῇ μὲν πρώτῃ ἡμέρᾳ ᾗ ἀπέθανεν ὁ παῖς, καὶ τῇ ὑστεραίᾳ ᾗ προέκειτο, οὐδʼ αὐτοὶ ἠξίουν αἰτιᾶσθαι ἐμὲ [οὐδʼ] ἀδικεῖν ἐν τῷ πράγματι τούτῳ οὐδέν, ἀλλὰ συνῆσαν ἐμοὶ καὶ διελέγοντο· τῇ δὲ τρίτῃ ἡμέρᾳ ᾗ ἐξεφέρετο ὁ παῖς, ταύτῃ δὴ πεπεισμένοι ἦσάν [τινες] ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν, καὶ παρεσκευάζοντο αἰτιᾶσθαι καὶ προαγορεύειν εἴργεσθαι τῶν νομίμων. τίνες οὖν ἦσαν οἱ πείσαντες αὐτούς; καὶ τίνος ἕνεκα καὶ πρόθυμοι ἐγένοντο πεῖσαι αὐτούς; δεῖ γάρ με καὶ ταῦτα ὑμᾶς διδάξαι.