Ancient Greek · ~2 min
Section 36
Antiphon, Περὶ τοῦ χορευτοῦ 36
Not analysed yet
ἐπειδάν τις ἀπογραφῇ φόνου δίκην, εἴργεσθαι τῶν νομίμων· καὶ οὔτʼ ἂν ἐγὼ οἷός τʼ ἦ ἐπεξελθεῖν εἰργόμενος τῶν νομίμων, ἐκεῖνοί τε ἐμοῦ τοῦ εἰσαγγείλαντος καὶ ἐπισταμένου τὰ πράγματα μὴ ἐπεξιόντος ῥᾳδίως ἔμελλον ἀποφεύξεσθαι καὶ δίκην οὐ δώσειν ὑμῖν ὧν ἠδίκησαν. καὶ τοῦτʼ οὐκ ἐπʼ ἐμοὶ πρῶτον ἐμηχανήσαντο Φιλῖνος καὶ οἱ ἕτεροι, ἀλλὰ καὶ ἐπὶ Λυσιστράτῳ πρότερον, ὡς αὐτοὶ ὑμεῖς ἠκούσατε.