Ancient Greek · ~1 min
Section 40
Antiphon, Περὶ τοῦ χορευτοῦ 40
Not analysed yet
τὸ τελευταῖον, ὦ Ζεῦ καὶ θεοὶ πάντες, Φιλοκράτης αὐτὸς οὑτοσὶ ἐν τῷ βουλευτηρίῳ ἐναντίον τῆς βουλῆς, ἑστὼς μετʼ ἐμοῦ ἐπὶ τοῦ βήματος, ἁπτόμενος ἐμοῦ διελέγετο, ὀνόματι οὗτος ἐμὲ προσαγορεύων, καὶ ἐγὼ τοῦτον, ὥστε δεινὸν δόξαι εἶναι τῇ βουλῇ, ἐπειδὴ ἐπύθετο προειρημένον μοι εἴργεσθαι τῶν νομίμων ὑπὸ τούτων, οὓς ἑώρων μοι τῇ προτεραίᾳ συνόντας καὶ διαλεγομένους.