Ancient Greek · ~1 min
Section 14
Antiphon, Φαρμακείας κατὰ τῆς μητρυιᾶς 14
Not analysed yet
ὑπερῷόν τι ἦν τῆς ἡμετέρας οἰκίας, ὃ εἶχε Φιλόνεως ὁπότʼ ἐν ἄστει διατρίβοι, ἀνὴρ καλός τε κἀγαθὸς καὶ φίλος τῷ ἡμετέρῳ πατρί· καὶ ἦν αὐτῷ παλλακή, ἣν ὁ Φιλόνεως ἐπὶ πορνεῖον ἔμελλε καταστῆσαι. ταύτην οὖν [πυθομένη] ἡ μήτηρ τοῦ ἀδελφοῦ ἐποιήσατο φίλην.