Ancient Greek · ~2 min
Section 20
Antiphon, Φαρμακείας κατὰ τῆς μητρυιᾶς 20
Not analysed yet
καὶ ἐκεῖνοι ἐπειδὴ ἀπέσπεισαν, τὸν ἑαυτῶν φονέα μεταχειριζόμενοι ἐκπίνουσιν ὑστάτην πόσιν. ὁ μὲν οὖν Φιλόνεως εὐθέως παραχρῆμα ἀποθνῄσκει, ὁ δὲ πατὴρ ὁ ἡμέτερος εἰς νόσον ἐμπίπτει, ἐξ ἧς καὶ ἀπώλετο εἰκοσταῖος. ἀνθʼ ὧν ἡ μὲν διακονήσασα καὶ χειρουργήσασα ἔχει τὰ ἐπίχειρα ὧν ἀξία ἦν, οὐδὲν αἰτία οὖσα—τῷ γὰρ δημοκοίνῳ τροχισθεῖσα παρεδόθη—, ἡ δʼ αἰτία τε ἤδη καὶ ἐνθυμηθεῖσα ἕξει, ἐὰν ὑμεῖς τε καὶ οἱ θεοὶ θέλωσιν.