Ancient Greek · ~1 min
Section 24
Antiphon, Φαρμακείας κατὰ τῆς μητρυιᾶς 24
Not analysed yet
καὶ ἐγὼ μὲν ἐπεξέρχομαι [λέγων], ἵνα δῷ δίκην ὧν ἠδίκηκε καὶ τιμωρήσω τῷ τε πατρὶ τῷ ἡμετέρῳ καὶ τοῖς νόμοις τοῖς ὑμετέροις· ταύτῃ καὶ ἄξιόν μοι βοηθῆσαι ὑμᾶς ἅπαντας, εἰ ἀληθῆ λέγω· οὗτος δὲ τἀναντία, ὅπως ἡ τοὺς νόμους παριδοῦσα μὴ δῷ δίκην ὧν ἠδίκηκε, ταύτῃ βοηθὸς καθέστηκε.