Ancient Greek · ~2 min
Section 27
Antiphon, Φαρμακείας κατὰ τῆς μητρυιᾶς 27
Not analysed yet
οὕτω δέ τοι καὶ ἐλεεῖν ἐπὶ τοῖς ἀκουσίοις παθήμασι μᾶλλον προσήκει ἢ τοῖς ἑκουσίοις καὶ ἐκ προνοίας ἀδικήμασι καὶ ἁμαρτήμασι. καὶ ὥσπερ ἐκεῖνον αὕτη οὔτε θεοὺς οὔθʼ ἥρωας οὔτʼ ἀνθρώπους αἰσχυνθεῖσα οὐδὲ δείσασʼ ἀπώλεσεν, οὕτω καὶ αὐτὴ ὑφʼ ὑμῶν καὶ τοῦ δικαίου ἀπολομένη, καὶ μὴ τυχοῦσα μήτʼ αἰδοῦς μήτʼ ἐλέου μήτʼ αἰσχύνης μηδεμιᾶς παρʼ ὑμῶν, τῆς δικαιοτάτης ἂν τύχοι τιμωρίας.