Ancient Greek · ~1 min
Section 29
Antiphon, Φαρμακείας κατὰ τῆς μητρυιᾶς 29
Not analysed yet
οἱ δʼ ἐπιβουλευόμενοι οὐδὲν ἴσασι, πρίν γʼ ἤδη ἐν αὐτῷ ὦσι τῷ κακῷ καὶ γιγνώσκωσι τὸν ὄλεθρον ἐν ᾧ εἰσί. τότε δέ, ἐὰν μὲν δύνωνται καὶ φθάνωσι πρὶν ἀποθανεῖν, καὶ φίλους καὶ ἀναγκαίους τοὺς σφετέρους αὐτῶν καλοῦσι καὶ μαρτύρονται, καὶ λέγουσιν αὐτοῖς ὑφʼ ὧν ἀπόλλυνται, καὶ ἐπισκήπτουσι τιμωρῆσαι σφίσιν αὐτοῖς ἠδικημένοις·