Ancient Greek · ~1 min
Section 31
Antiphon, Φαρμακείας κατὰ τῆς μητρυιᾶς 31
Not analysed yet
ἐμοὶ μὲν οὖν διήγηται καὶ βεβοήθηται τῷ τεθνεῶτι καὶ τῷ νόμῳ· ἐν ὑμῖν δʼ ἐστὶ σκοπεῖν τὰ λοιπὰ πρὸς ὑμᾶς αὐτοὺς καὶ δικάζειν τὰ δίκαια. οἶμαι δὲ καὶ τοῖς θεοῖς τοῖς κάτω μέλειν οἳ ἠδίκηνται.