Ancient Greek · ~1 min
Section 6
Antiphon, Φαρμακείας κατὰ τῆς μητρυιᾶς 6
Not analysed yet
καὶ οὐ τοῦτό γʼ ἐρεῖ, ὡς εὖ οἶδεν ὅτι οὐκ ἀπέκτεινεν ἡ μήτηρ αὐτοῦ τὸν πατέρα τὸν ἡμέτερον· ἐν οἷς μὲν γὰρ αὐτῷ ἐξουσία ἦν σαφῶς εἰδέναι παρὰ τῆς βασάνου, οὐκ ἠθέλησεν· ἐν οἷς δʼ οὐκ ἦν πυθέσθαι, τοῦτʼ αὐτὸ προὐθυμήθη. καίτοι αὐτὸ τοῦτο ἐχρῆν, ὃ καὶ ἐγὼ προὐκαλούμην, προθυμηθῆναι, ὅπως τὸ πραχθὲν ᾖ ἀληθῶς ἐπεξελθεῖν.