Ancient Greek · ~2 min
1 to 2
Antiphon, Τετραλογία Α΄ 1-2-2
Not analysed yet
οὔ μοι δοκῶ ἁμαρτάνειν ἀτυχέστατον ἐμαυτὸν ἡγούμενος εἶναι τῶν πάντων ἀνθρώπων. τῶν μὲν γὰρ ἄλλων οἱ δυστυχοῦντες, ὁπόταν μὲν ὑπὸ χειμῶνος πονῶσιν, εὐδίας γενομένης παύονται· ὅταν δὲ νοσήσωσιν, ὑγιεῖς γενόμενοι σῴζονται· ἐὰν δέ τις ἄλλη συμφορὰ καταλαμβάνῃ αὐτούς, τὰ ἐναντία ἐπιγιγνόμενα ὀνίνησιν. ἐμοὶ δὲ ζῶν τε ἅνθρωπος ἀνατροπεὺς τοῦ οἴκου ἐγένετο, ἀποθανών τε, κἂν ἀποφύγω, ἱκανὰς λύπας καὶ φροντίδας προσβέβληκεν. εἰς τοῦτο γὰρ βαρυδαιμονίας ἥκω ὥστε οὐκ ἀρκοῦν μοί ἐστιν ἐμαυτὸν ὅσιον καὶ δίκαιον παρέχοντα μὴ διαφθαρῆναι, ἀλλὰ κἂν μὴ τὸν ἀποκτείναντα εὑρὼν ἐξελέγξω, ὃν οἱ τιμωροῦντες αὐτῷ ἀδύνατοι εὑρεῖν εἰσιν, αὐτὸς καταδοχθεὶς φονεὺς εἶναι ἀνοσίως ἁλώσομαι.