Ancient Greek · ~2 min
Κατηγορία φόνου ἀπαράσημος
Antiphon, Τετραλογία Α΄ 4
Not analysed yet
Οὔτε γὰρ κακούργους εἰκὸς ἀποκτεῖναι τὸν ἄνθρωπον · οὐδεὶς γὰρ ἂν τὸν ἔσχατον κίνδυνον περὶ τῆς ψυχῆς κινδυνεύων ἑτοίμην καὶ κατειργασμένην τὴν ὠφέλειαν ἀφῆκεν· ἔχοντες γὰρ [ἂν] τὰ ἱμάτια ηὑρέθησαν. οὐ μὴν οὐδὲ παροινήσας οὐδεὶς διέφθειρεν αὐτόν· ἐγιγνώσκετο γὰρ ἂν ὑπὸ τῶν συμποτῶν. οὐδὲ μὴν οὐδʼ ἐκ λοιδορίας· οὐ γὰρ ἂν ἀωρὶ τῶν νυκτῶν οὐδʼ ἐν ἐρημίᾳ ἐλοιδοροῦντο. οὐδὲ μὴν ἄλλου στοχαζόμενος ἔτυχε τούτου· οὐ γὰρ ἂν σὺν τῷ ἀκολούθῳ διέφθειρεν αὐτόν.