Ancient Greek · ~2 min
Ἐξ ἀπολογίας ὃ ὕστερος
Antiphon, Τετραλογία Α΄ 7-3
Not analysed yet
τοῦ δὲ θεράποντος πῶς χρὴ πιστοτέραν τὴν μαρτυρίαν ἢ τῶν ἐλευθέρων ἡγεῖσθαι; οἱ μὲν γὰρ ἀτιμοῦνταί τε καὶ χρήμασι ζημιοῦνται, ἐὰν μὴ τἀληθῆ δοκῶσι μαρτυρῆσαι· ὁ δὲ οὐκ ἔλεγχον παρασχὼν οὐδὲ βάσανον—ποῦ δίκην δώσει; ἢ τίς ἔλεγχος ἔσται; ἀκινδύνως τε οὗτός γε μέλλων μαρτυρεῖν, οὐδὲν θαυμαστὸν ἔπαθεν ὑπὸ τῶν κυρίων ἐχθρῶν μοι ὄντων πεισθεὶς καταψεύδεσθαί μου· ἐγώ τε ἀνόσιʼ ἂν πάσχοιμι, εἰ μὴ πιστῶς καταμαρτυρηθεὶς διαφθαρείην ὑφʼ ὑμῶν.