Ancient Greek · ~3 min
9 to 11
Antiphon, Τετραλογία Α΄ 9-2-11
Not analysed yet
οὕτω δὲ φανερῶς ἐκ τῆς αὑτοῦ ἀπολογίας ἐλεγχθεὶς διαφθείρας αὐτόν, οὐδὲν ἕτερον ὑμῶν δεῖται ἢ τὴν αὑτοῦ μιαρίαν εἰς ὑμᾶς αὐτοὺς ἐκτρέψαι. ἡμεῖς δὲ ὑμῶν δεόμεθα μὲν οὐδέν, λέγομεν δʼ ὑμῖν, εἰ μήτε ἐκ τῶν εἰκότων μήτε ἐκ τῶν μαρτυρουμένων οὗτος νῦν ἐλέγχεται, οὐκ ἔστιν ἔτι τῶν διωκομένων ἔλεγχος οὐδείς. σαφῆ μὲν γὰρ τὸν θάνατον γιγνώσκοντες, φανερῶς δὲ τὰ ἴχνη τῆς ὑποψίας εἰς τοῦτον φέροντα, πιστῶς δὲ τοῦ ἀκολούθου μαρτυροῦντος, πῶς ἂν δικαίως ἀπολύοιτε αὐτόν; ἀδίκως δʼ ἀπολυομένου τούτου ὑφʼ ὑμῶν, ἡμῖν μὲν προστρόπαιος ὁ ἀποθανὼν οὐκ ἔσται, ὑμῖν δὲ ἐνθύμιος γενήσεται. ταῦτα οὖν εἰδότες βοηθεῖτε μὲν τῷ ἀποθανόντι, τιμωρεῖσθε δὲ τὸν ἀποκτείναντα, ἁγνεύετε δὲ τὴν πόλιν. τρία γὰρ ἀγαθὰ πράξετε· ἐλάσσους μὲν τοὺς ἐπιβουλεύοντας καταστήσετε, πλείους δὲ τοὺς τὴν εὐσέβειαν ἐπιτηδεύοντας, ἀπολύσεσθε δʼ αὐτοὶ τῆς ὑπὲρ τούτου μιαρίας.