Ancient Greek · ~2 min
Ἐξ ἀπολογίας ὃ ὕστερος
Antiphon, Τετραλογία Β΄ 4-3
Not analysed yet
σχετλιάζει δὲ κακῶς ἀκούειν φάσκων τὸν παῖδα, εἰ μήτε ἀκοντίσας μήτʼ ἐπινοήσας αὐθέντης ὢν ἀποδέδεικται, καὶ οὐ πρὸς τὰ λεγόμενα ἀπολογεῖται. οὐ γὰρ ἀκοντίσαι οὐδὲ βαλεῖν αὑτόν φημι τὸν παῖδα, ἀλλʼ ὑπὸ τὴν πληγὴν τοῦ ἀκοντίου ὑπελθόντα οὐχ ὑπὸ τοῦ μειρακίου ἀλλʼ ὑφʼ ἑαυτοῦ διαφθαρῆναι· οὐ γὰρ ἀτρεμίζων ἀπέθανε. τῆς δὲ διαδρομῆς αἰτίας ταύτης γιγνομένης, εἰ μὲν ὑπὸ τοῦ παιδοτρίβου καλούμενος διέτρεχεν, ὁ παιδοτρίβης ἂν ἀποκτείνας αὐτὸν εἴη, εἰ δʼ ὑφʼ ἑαυτοῦ πεισθεὶς ὑπῆλθεν, αὐτὸς ὑφʼ ἑαυτοῦ διέφθαρται.