Ancient Greek · ~2 min
Ἐκ κατηγορίας ὃ ὕστερος
Antiphon, Τετραλογία Β΄ 6
Not analysed yet
ὁ μὲν γὰρ ἐν τούτῳ τῷ καιρῷ κελευόμενος ὑπὸ τοῦ παιδοτρίβου, ὃς ὑπεδέχετο τοῖς ἀκοντίζουσι τὰ ἀκόντια, ἀναιρεῖσθαι, διὰ τὴν τοῦ βαλόντος ἀκολασίαν πολεμίῳ τῷ τούτου βέλει περιπεσών, οὐδὲν οὐδʼ εἰς ἕνʼ ἁμαρτών, ἀθλίως ἀπέθανεν· ὁ δὲ περὶ τὸν τῆς ἀναιρέσεως καιρὸν πλημμελήσας, οὐ τοῦ σκοποῦ τυχεῖν ἐκωλύθη, ἀλλʼ ἄθλιον καὶ πικρὸν σκοπὸν ἐμοὶ ἀκοντίσας, ἑκὼν μὲν οὐκ ἀπέκτεινεν, μᾶλλον δὲ ἑκὼν ἢ οὔτʼ ἔβαλεν οὔτʼ ἀπέκτεινεν.