Ancient Greek · ~1 min
Ἀπολογία φόνου, ὡς ἀμυνόμενος ἀπέτεινεν
Antiphon, Τετραλογία Γ΄ 2
Not analysed yet
οἶμαι μὲν οὖν ἔγωγε οὔτε δίκαια τούτους οὔθʼ ὅσια δρᾶν ἐγκαλοῦντας ἐμοί. τὸν γὰρ ἄρξαντα τῆς πληγῆς, εἰ μὲν σιδήρῳ ἢ λίθῳ ἢ ξύλῳ ἠμυνάμην αὐτόν, ἠδίκουν μὲν οὐδʼ οὕτως—οὐ γὰρ ταὐτὰ ἀλλὰ μείζονα καὶ πλείονα δίκαιοι οἱ ἄρχοντες ἀντιπάσχειν εἰσίν· —ταῖς δὲ χερσὶ τυπτόμενος ὑπʼ αὐτοῦ, ταῖς χερσὶν ἅπερ ἔπασχον ἀντιδρῶν, πότερα ἠδίκουν;