Ancient Greek · ~2 min
Ἐξ ἀπολογίας ὃ ὕστερος
Antiphon, Τετραλογία Γ΄ 5-2
Not analysed yet
τῆς μὲν οὖν πληγῆς βουλευτὴς ἐγένετο, τὸν δὲ θάνατον πῶς ἂν ἐπεβούλευσεν, ὅς γε ἀκουσίως ἐπάταξεν; οἰκεῖον δὲ καὶ τὸ ἁμάρτημα τῷ ἄρξαντι μᾶλλον ἢ τῷ ἀμυνομένῳ ἐστίν. ὁ μὲν γὰρ ἃ ἔπασχεν ἀντιδρᾶν ζητῶν, ὑπʼ ἐκείνου βιαζόμενος ἐξήμαρτεν· ὁ δὲ διὰ τὴν αὑτοῦ ἀκολασίαν πάντα δρῶν καὶ πάσχων, καὶ τῆς ἑαυτοῦ καὶ τῆς ἐκείνου ἁμαρτίας αἴτιος ὢν δίκαιος φονεὺς εἶναί ἐστιν.