Ancient Greek · ~2 min
Section 13
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 13
Not analysed yet
λέγεις δὲ ὡς οὐκ ἂν παρέμεινα εἰ ἐλελύμην, ἀλλʼ ᾠχόμην ἂν ἀπιών, ὡσπερεὶ ἄκοντά με ἀναγκάσας εἰσελθεῖν εἰς τὴν γῆν ταύτην. καίτοι ἐμοὶ εἰ μηδὲν διέφερε στέρεσθαι τῆσδε τῆς πόλεως, ἴσον ἦν μοι καὶ προσκληθέντι μὴ ἐλθεῖν, ἀλλʼ ἐρήμην ὀφλεῖν τὴν δίκην, τοῦτο δʼ ἀπολογησαμένῳ τὴν προτέραν ἐξεῖναι ἐξελθεῖν· ἅπασι γὰρ τοῦτο κοινόν ἐστι. σὺ δέ, ὃ τοῖς ἄλλοις Ἕλλησι κοινόν ἐστιν, ἰδίᾳ ζητεῖς με μόνον ἀποστερεῖν, αὐτὸς σαυτῷ νόμον θέμενος.