Ancient Greek · ~1 min
Section 19
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 19
Not analysed yet
οὑτωσὶ μὲν δὴ πολλοῖς ἐλασσωθεὶς τῶν νόμων τῶν ὑμετέρων καὶ τοῦ δικαίου καθέστηκα εἰς τὸν ἀγῶνα· ὅμως μέντοι γε καὶ ἐκ τούτων πειράσομαι ἐμαυτὸν ἀναίτιον ἐπιδεῖξαι. καίτοι χαλεπόν γε τὰ ἐκ πολλοῦ κατεψευσμένα καὶ ἐπιβεβουλευμένα, ταῦτα παραχρῆμα ἀπελέγχειν· ἃ γάρ τις μὴ προσεδόκησεν, οὐδὲ φυλάξασθαι ἐγχωρεῖ.