Ancient Greek · ~2 min
Section 31
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 31
Not analysed yet
Μάρτυρες ὡς μὲν ὕστερον τοσούτῳ χρόνῳ ὁ ἀνὴρ ἐβασανίσθη, μεμαρτύρηται ὑμῖν· προσέχετε δὲ τὸν νοῦν αὐτῇ τῇ βασάνῳ, οἵα γεγένηται. ὁ μὲν γὰρ δοῦλος, ᾧ ἴσως οὗτοι τοῦτο μὲν ἐλευθερίαν ὑπέσχοντο, τοῦτο δʼ ἐπὶ τούτοις ἦν παύσασθαι κακούμενον αὐτόν, ἴσως ὑπʼ ἀμφοῖν πεισθεὶς κατεψεύσατό μου, τὴν μὲν ἐλευθερίαν ἐλπίσας οἴσεσθαι, τῆς δὲ βασάνου εἰς τὸ παραχρῆμα βουλόμενος ἀπηλλάχθαι. οἶμαι δʼ ὑμᾶς ἐπίστασθαι τοῦτο, ὅτι ἐφʼ οἷς ἂν τὸ πλεῖστον μέρος τῆς βασάνου,