Ancient Greek · ~2 min
Section 45
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 45
Not analysed yet
ἔπειτα ἐν τῇ γῇ μὲν ἀποθανόντος, ἐντιθεμένου δὲ εἰς τὸ πλοῖον, οὔτε ἐν τῇ γῇ σημεῖον οὐδὲ αἷμα ἐφάνη οὔτε ἐν τῷ πλοίῳ, νύκτωρ μὲν ἀναιρεθέντος, νύκτωρ δʼ ἐντιθεμένου εἰς τὸ πλοῖον. ἢ δοκεῖ ἂν ὑμῖν ἄνθρωπος δύνασθαι ἐν τοιούτῳ πράγματι ὢν τά τʼ ἐν τῇ γῇ ὄντα ἀναξύσαι καὶ τὰ ἐν τῷ πλοίῳ ἀποσπογγίσαι, ἃ οὐδὲ μεθʼ ἡμέραν ἄν τις οἷός τʼ ἐγένετο, ἔνδον ὢν αὑτοῦ καὶ μὴ πεφοβημένος, τὸ παράπαν ἀφανίσαι; ταῦτα, ὧ ἄνδρες, πῶς εἰκότα ἐστίν;